Πρωτότυπο Κείμενο
|
Ἑρμηνεία Ἰωάννου Κολιτσάρα
|
Ἑρμηνεία Παναγιώτη Τρεμπέλα
|
γρίπας
δὲ πρὸς τὸν Παῦλον ἔφη·
ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ
λέγειν· τότε ὁ Παῦλος ἐκτείνας
τὴν χεῖρα ἀπελογεῖτο·
|
Ἀγρίππας ὁ βασιλεὺς εἶπε πρὸς
τὸν Παῦλον· <Σοῦ ἐπιτρέπεται
νὰ ὁμιλήσῃς ὑπὲρ τοῦ
ἑαυτοῦ σου>. Τότε ὁ Παῦλος,
ἀφοῦ ἄπλωσε τὸ χέρι, ἤρχισε
τὴν ἀπολογίαν του. |
γρίπας
δὲ πρὸς τὸν Παῦλον ἔφη·
ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ
λέγειν· τότε ὁ Παῦλος ἐκτείνας
τὴν χεῖρα ἀπελογεῖτο·
|
2
περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ
Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι
ἐμαυτὸν μακάριον ἐπὶ σοῦ
μέλλων ἀπολογεῖσθαι σήμερον,
|
2
<Δι' ὅλα ὅσα κατηγοροῦμαι ἀπὸ
τοὺς Ἰουδαίους, θεωρῶ τὸν εὐατόν
μου εὐτυχῆ, βασιλεῦ Ἀγρίππα,
διότι μέλλω νὰ ἀπολογηθῶ ἐνώπιόν
σου σήμερον. |
2
περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ
Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι
ἐμαυτὸν μακάριον ἐπὶ σοῦ
μέλλων ἀπολογεῖσθαι σήμερον,
|
3
μάλιστα γνώστην ὄντα σε πάντων τῶν
κατὰ Ἰουδαίους ἐθῶν τε καὶ
ζητημάτων· διὸ δέομαί σου μακροθύμως
ἀκοῦσαί μου. |
3
Καὶ τοῦτο, διότι σὺ γνωρίζεις
πολὺ καλά, ὅλα τὰ ἔθιμα τῶν
Ἰουδαίων, ὅπως καὶ ὅλα τὰ
ζητήματά των. Δι' αὐτὸ καὶ σὲ
παρακαλῶ, νὰ μὲ ἀκούσῃς
μὲ ὑπομονήν. |
3
μάλιστα γνώστην ὄντα σε πάντων τῶν
κατὰ Ἰουδαίους ἐθῶν τε καὶ
ζητημάτων· διὸ δέομαί σου μακροθύμως
ἀκοῦσαί μου. |
4
Τὴν μὲν οὖν βίωσίν μου τὴν
ἐκ νεότητος τὴν ἀπ' ἀρχῆς
γενομένην ἐν τῷ ἔθνει μου ἐν
Ἱεροσολύμοις ἴσασι πάντες οἱ
Ἰουδαῖοι, |
4
Ποία μὲν ὑπῆρξε ἡ ζωὴ
καὶ ἡ δρᾶσις μου εἰς τὸ ἔθνος
μου καὶ εἰς τὰ Ἱεροσόλυμα ἀπὸ
τὴν ἀρχὴν τῆς νεότητός
μου καὶ ἐντεῦθεν, γνωρίζουν ὅλοι
οἱ Ἰουδαῖοι. |
4
Τὴν μὲν οὖν βίωσίν μου τὴν
ἐκ νεότητος τὴν ἀπ' ἀρχῆς
γενομένην ἐν τῷ ἔθνει μου ἐν
Ἱεροσολύμοις ἴσασι πάντες οἱ
Ἰουδαῖοι, |
5
προγινώσκοντές με ἄνωθεν, ἐὰν
θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν
ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας
θρησκείας ἔζησα Φαρισαῖος.
|
5
Αὐτοὶ μὲ ἔχουν γνωρίσει πολὺ
ἐνωρίτερα καὶ ἐὰν θέλουν
νὰ καταθέσουν τὴν ἀλήθειαν,
θὰ βεβαιώσουν ὅτι ἐγὼ ἔζησα
σύμφωνα μὲ τὴν διδασκαλίαν καὶ
τὰς παραδόσεις τῆς πλέον αὐστηρᾶς
ὁμάδος τῆς θρησκείας μας· ἔζησα
δηλαδὴ καὶ ἐπολιτεύθην ὡς Φαρισαῖος.
|
5
προγινώσκοντές με ἄνωθεν, ἐὰν
θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν
ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας
θρησκείας ἔζησα Φαρισαῖος.
|
6
Καὶ νῦν ἐπ' ἐλπίδι τῆς
πρὸς τοὺς πατέρας ἐπαγγελίας
γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα
κρινόμενος, |
6
Καὶ τώρα ἐγὼ στέκομαι ὑπόδικος
εἰς τὸ δικαστήριον τοῦτο διὰ
τὴν ἐλπίδα περὶ τοῦ Μεσσίου,
ἡ ὁποία στηρίζεται εἰς τὴν
ὑπόσχεσιν, ποὺ ὁ Θεὸς ἔδωκε
εἰς τοὺς πατέρας μας. |
6
Καὶ νῦν ἐπ' ἐλπίδι τῆς
πρὸς τοὺς πατέρας ἐπαγγελίας
γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα
κρινόμενος, |
7
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν
ἐν ἐκτενείᾳ νύκτα καὶ
ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι·
περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι,
βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν
Ἰουδαίων. |
7
Καὶ διὰ τὴν πραγματοποίησιν αὐτῆς
τῆς ὑποσχέσεως αἱ δώδεκα φυλαὶ
τοῦ λαοῦ μας συνεχῶς νύκτα καὶ
ἡμέραν προσφέρουν τὰς θυσίας
τῆς λατρείας καὶ ἔχουν τὴν ἐλπίδα
νὰ φθάσουν εἰς αὐτήν. Δι' αὐτὴν
τὴν ἐλπίδα ἐγὼ κατηγοροῦμαι
ἀπὸ τοὺς ᾿Ιουδαίους, βασιλεῦ
Ἀγρίππα. |
7
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν
ἐν ἐκτενείᾳ νύκτα καὶ
ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι·
περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι,
βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν
Ἰουδαίων. |
8
Τί ἄπιστον κρίνεται παρ' ὑμῖν
εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
|
8
Διατὶ θεωρεῖται ἀπίστευτον ἀπὸ
σᾶς, ὅτι ὁ Θεὸς ἀνασταίνει
τοὺς νεκρούς; |
8
Τί ἄπιστον κρίνεται παρ' ὑμῖν
εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
|
9
Ἐγὼ μὲ οὖν ἔδοξα ἐμαυτῷ
πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ
Ναζωραίου δεῖν πολλὰ ἐναντία
πρᾶξαι· |
9
Καὶ ἐγὼ ἔδειξα ἀπιστίαν
εἰς τὴν ἀνάστασιν τοῦ Ἰησοῦ
καὶ εἰς αὐτὸν τὸν Ἰησοῦν.
Καὶ ἐνόμισα λοιπὸν ὅτι εἶχα
καθῆκον πολλὰ νὰ πράξω ἀντίθετα
καὶ ἐχθρικὰ κατὰ τοῦ ὀνόματος
τοῦ Ἰησοῦ τοῦ Ναζωραίου.
|
9
Ἐγὼ μὲ οὖν ἔδοξα ἐμαυτῷ
πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ
Ναζωραίου δεῖν πολλὰ ἐναντία
πρᾶξαι· |
10
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις,
καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ
ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ
τῶν ἀρχιερέων ἐξουσίαν λαβών,
ἀναιρουμένων τε αὐτῶν κατήνεγκα
ψῆφον, |
10
Πρᾶγμα ἄλλως τε, τὸ ὁποῖον ἔκανα
καὶ εἰς Ἱεροσόλυμα, καὶ πολλοὺς
ἀπὸ τοὺς μαθητὰς τοῦ Χριστοῦ
ἐγὼ ἔρριψα καὶ ἔκλεισα εἰς
τὰς φυλακάς, ἀφοῦ εἶχα λάβει
αὐτὴν τὴν ἐξουσίαν ἀπὸ
τοὺς ἀρχιερεῖς, καὶ ὅταν οἱ
ἄνθρωποι αὐτοὶ ἐφονεύοντο, ἐγὼ
εἶχα δώσει καταδικαστικὴν ψῆφον ἐναντίον
των. |
10
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις,
καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ
ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ
τῶν ἀρχιερέων ἐξουσίαν λαβών,
ἀναιρουμένων τε αὐτῶν κατήνεγκα
ψῆφον, |
11
καὶ κατὰ πάσας τὰς συναγωγὰς
πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον
βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος
αὐτοῖς ἐδίωκον ἕως καὶ
εἰς τὰς ἔξω πόλεις. |
11
Καὶ εἰς ὅλας τὰς συναγωγάς,
ὅπου ὠδηγοῦντο διὰ νὰ δικασθοῦν,
ἐγὼ εἰς πολλὰς περιστάσεις βασανίζων
αὐτοὺς προσπαθοῦσα νὰ τοὺς ἐξαναγκάσω
νὰ βλασφημήσουν ἐναντίον τοῦ
Ἰησοῦ. Κυριαρχούμενος δὲ ἀπὸ
ἀσυγκράτητον μανίαν ἐναντίον
των, τοὺς κατεδίωκα ἀκόμη καὶ
εἰς πόλεις, αἱ ὁποῖαι εἶναι
ἔξω ἀπὸ τὴν Παλαιστίνην.
|
11
καὶ κατὰ πάσας τὰς συναγωγὰς
πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον
βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος
αὐτοῖς ἐδίωκον ἕως καὶ
εἰς τὰς ἔξω πόλεις. |
12
Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν
Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς
τῆς παρὰ τῶν ἀρχιερέων,
|
12
Ἀκριβῶς ἐπάνω εἰς τὸ ἔργον
μου αὐτὸ ἐπήγαινα εἰς τὴν
Δαμασκόν, διὰ νὰ καταδιώξω καὶ
ἐκεῖ τοὺς Χριστιανοὺς μὲ ἐξουσίαν
καὶ ἐγκρισιν, ποὺ εἶχα λάβει
ἀπὸ τοὺς ἀρχιερεῖς.
|
12
Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν
Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς
τῆς παρὰ τῶν ἀρχιερέων,
|
13
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν
εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ
τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν
μὲ φῶς καὶ τοὺς σὺν ἐμοὶ
πορευομένους· |
13
Κατὰ τὸ μεσημέρι, καθὼς ἐπροχωροῦσα
εἰς τὸν δρόμον, εἶδα, βασιλεῦ
Ἀγρίππα, νὰ λάμπῃ γύρω
ἀπὸ ἐμὲ καὶ ἀπὸ
ἐκείνους, ποὺ ἐπήγαιναν μαζῆ
μου, ἕνα φῶς ἀπὸ τὸν οὐρανὸν
ἐντονώτερον ἀπὸ τὴν λαμπρότητα
τοῦ ἡλίου. |
13
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν
εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ
τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν
μὲ φῶς καὶ τοὺς σὺν ἐμοὶ
πορευομένους· |
14
πάντων δὲ καταπεσόντων ἡμῶν
εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν
πρὸς μὲ καὶ λέγουσα τῇ Ἑβραΐδι
διαλέκτῳ· Σαοὺλ Σαούλ, τί
μὲ διώκεις; Σκληρόν σοι πρὸς κέντρα
λακτίζειν. |
14
Ἐνῶ δὲ ὅλοι ἐπέσαμεν κάτω
εἰς τὴν γῆν, διότι δὲν ἀντείχαμεν
εἰς τὴν καταπληκτικὴν αὐτὴν
λάμψιν, ἤκουσα μίαν φωνὴν νὰ
μοῦ ὁμιλῇ καὶ νὰ λέγῃ
εἰς τὴν ἑβραϊκὴν γλῶσσαν: Σαούλ,
Σαούλ, διατὶ μὲ καταδιώκεις; Εἶναι
σκληρὸν διὰ σὲ νὰ κλωτσᾷς εἰς
τὰ καρφιά. |
14
πάντων δὲ καταπεσόντων ἡμῶν
εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν
πρὸς μὲ καὶ λέγουσα τῇ Ἑβραΐδι
διαλέκτῳ· Σαοὺλ Σαούλ, τί
μὲ διώκεις; Σκληρόν σοι πρὸς κέντρα
λακτίζειν. |
15
Ἐγὼ δὲ εἶπον· τί εἶ,
Κύριε; Ὁ δὲ εἶπεν· ἐγώ
εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
|
15
Ἐγὼ δὲ εἶπα· Ποιὸς εἶσαι,
Κύριε; Ἐκεῖνος δὲ εἶπε·
Ἐγὼ εἶμαι ὁ Ἰησοῦς, τὸν
ὁποῖον σὺ καταδιώκεις.
|
15
Ἐγὼ δὲ εἶπον· τί εἶ,
Κύριε; Ὁ δὲ εἶπεν· ἐγώ
εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
|
16
Ἀλλὰ ἀνάστηθι καὶ στῆθι
ἐπὶ τοὺς πόδας σου· εἰς
τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί
σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε
εἶδες ὧν τε ὀφθήσομαί σοι,
|
16
Ἀλλὰ σήκω καὶ στάσου ὀρθὸς
εἰς τὰ πόδια σου· διὰ τοῦτο
παρουσιάσθηκα εἰς σέ, νὰ σὲ
ἀναδείξω ὑπηρέτην καὶ κήρυκα
αὐτῶν ποὺ εἶδες καὶ ἐκείνων
τὰ ὁποῖα εἰς τὸ μέλλον
θά σοῦ ἀποκαλύψω.
|
16
Ἀλλὰ ἀνάστηθι καὶ στῆθι
ἐπὶ τοὺς πόδας σου· εἰς
τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί
σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε
εἶδες ὧν τε ὀφθήσομαί σοι,
|
17
ἑξαιρούμενός σε ἐκ τοῦ λαοῦ
καὶ τῶν ἐθνῶν, εἰς οὓς
ἐγὼ σὲ ἀποστέλλω
|
17
Ἐγὼ δὲ θὰ σὲ σώζω ἀπὸ
τοὺς κινδύνους, ποὺ θὰ διατρέξῃς
ἐκ μέρους τοῦ Ἱουδαϊκοῦ λαοῦ
καὶ ἐκ μέρους τῶν ἐθνῶν,
εἰς τὰ ὁποῖα ἐγὼ σὲ
στέλλω. |
17
ἑξαιρούμενός σε ἐκ τοῦ λαοῦ
καὶ τῶν ἐθνῶν, εἰς οὓς
ἐγὼ σὲ ἀποστέλλω
|
18
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,
τοῦ ἐπιστρέψαι ἀπὸ σκότους
εἰς φῶς καὶ τῆς ἐξουσίας
τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν,
τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν
καὶ κλῆρον ἐν τοῖς ἠγιασμένοις
πίστει τῇ εἰς ἐμέ.
|
18
Καὶ σὲ στέλνω νὰ ἀνοίξῃς
τὰ μάτια τῆς ψυχῆς των, διὰ
νὰ πιστεύσουν καὶ ἐπιστρέψουν
ἀπὸ τὸ σκότος εἰς τὸ φῶς
καὶ ἀπὸ τὴν ἐξουσίαν τοῦ
σατανᾶ εἰς τὸν Θεόν, καὶ νὰ
πάρουν διὰ τῆς πίστεώς των εἰς
ἐμὲ ἄφεσιν ἁμαρτιῶν καὶ
κληρονομίαν μαζῆ μὲ ἐκείνους,
ποὺ ἔχουν ἁγιασθῇ.
|
18
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,
τοῦ ἐπιστρέψαι ἀπὸ σκότους
εἰς φῶς καὶ τῆς ἐξουσίας
τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν,
τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν
καὶ κλῆρον ἐν τοῖς ἠγιασμένοις
πίστει τῇ εἰς ἐμέ.
|
19
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην
ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
|
19
Ὅθεν, βασιλεῦ Ἀγρίππας, δὲν
ἔγινα ἀνυπάκουος εἰς τὸ οὐράνιον
αὐτὸ ὅραμα. |
19
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην
ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
|
20
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον
καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν
τε τὴν χώραν τῆς Ἰουδαίας καὶ
τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν
καὶ ἐπιστρέφειν ἐπὶ τὸν
Θεόν, ἄξια τῆς μετανοίας ἔργα
πράσσοντας. |
20
Ἀλλὰ πρῶτον εἰς αὐτοὺς
ποὺ κατοικοῦσαν εἰς τὴν Δαμασκὸν
καὶ εἰς τὰ Ἱεροσόλυμα, ἔπειτα
δὲ εἰς ὅλην τὴν περιοχὴν τῆς
Ἰουδαίας καὶ εἰς τὰ ἔθνη,
ἐκήρυττα καὶ κηρύττω ματάνοιαν
καὶ ἐπιστροφὴν εἰς τὸν Θεὸν
καὶ νὰ πράττουν ἔργα ἄξια τῆς
μετανοίας των. |
20
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον
καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν
τε τὴν χώραν τῆς Ἰουδαίας καὶ
τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν
καὶ ἐπιστρέφειν ἐπὶ τὸν
Θεόν, ἄξια τῆς μετανοίας ἔργα
πράσσοντας. |
21
Ἕνεκα τούτων μὲ οἱ Ἰουδαῖοι
συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο
διαχειρίσασθαι. |
21
Ἔνεκα δὲ αὐτῶν ἀκριβῶς
τῶν κηρυγμάτων μου, οἱ Ἰουδαῖοι
μὲ συνέλαβαν εἰς τὴν
αὐλὴν τοῦ ναοῦ καὶ ἐπροσπαθοῦσαν
νὰ μὲ φονεύσουν. |
21
Ἕνεκα τούτων μὲ οἱ Ἰουδαῖοι
συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο
διαχειρίσασθαι. |
22
Ἐπικουρίας οὖν τυχῶν τῆς παρὰ
τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας
ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε
καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς
λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν
μελλόντων γενέσθαι καὶ Μωϋσῆς,
|
22
Ἔλαβα ὅμως βοήθειαν καὶ προστασίαν
ἀπὸ τὸν Θεὸν τότε καὶ
μέχρις αὐτῆς τῆς ἡμέρας,
ποὺ στέκομαι σῶος καὶ ὑγιὴς
ἐμπρός σας καὶ δίδω τὴν μαρτυρίαν
τοῦ Εὐαγγελίου εἰς μικροὺς καὶ
μεγάλους, χωρὶς νὰ λέγω τίποτε
ἄλλο ἐκτὸς ἀπὸ ἐκεῖνα,
ποὺ οἱ προφῆται καὶ ὁ Μωϋσῆς
προεκήρυξαν, ὅτι μέλλουν νὰ γίνουν.
|
22
Ἐπικουρίας οὖν τυχῶν τῆς παρὰ
τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας
ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε
καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς
λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν
μελλόντων γενέσθαι καὶ Μωϋσῆς,
|
23
εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος
ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει
καταγγελεῖν τῷ λαῷ καὶ τοῖς
ἔθνεσι. |
23
Κηρύττω δηλαδή, περὶ τοῦ ἂν
ὁ Χριστὸς ἔμελλε νὰ πάθῃ,
ἐὰν ἐπρόκειτο πρῶτος αὐτὸς
ἐκ τῶν νεκρῶν νὰ ἀναστηθῇ
καὶ περὶ τοῦ ἂν ἐπρόκειτο
νὰ κηρύξῃ τὸ Εὐαγγέλιον
τῆς σωτηρίας εἰς τὸν Ἰουδαϊκὸν
λαὸν καὶ τοὺς ἐθνικούς>.
|
23
εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος
ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει
καταγγελεῖν τῷ λαῷ καὶ τοῖς
ἔθνεσι. |
24
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου
ὁ Φῆστος μεγάλη τῇ φωνῇ ἔφη·
μαίνῃ, Παῦλε· τὰ πολλὰ
σὲ γράμματα εἰς μανίαν περιτρέπει.
|
24
Ἐνῶ δὲ αὐτὰ ὁ Παῦλος
ἀπελογεῖτο εἶπε ὁ Φῆστος μὲ
μεγάλη φωνήν· <Παρεφρόνησες, Παῦλε,
τὰ πολλὰ γράμματα σὲ κάνουν
νὰ παραλογίζεσαι>. |
24
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου
ὁ Φῆστος μεγάλη τῇ φωνῇ ἔφη·
μαίνῃ, Παῦλε· τὰ πολλὰ
σὲ γράμματα εἰς μανίαν περιτρέπει.
|
25
Ὁ δέ, οὐ μαίνομαι, φησί, κράτιστε
Φῆστε, ἀλλὰ ἀληθείας καὶ
σωφροσύνης ρήματα ἀποφθέγγομαι.
|
25
Ὁ δὲ Παῦλος ἀπήντησε· <Δὲν
παραλογίζομαι, ἐξοχώτατε Φῆστε, ἀλλὰ
ἐξαγγέλω λόγους ἀληθείας καὶ
συνέσεως. |
25
Ὁ δέ, οὐ μαίνομαι, φησί, κράτιστε
Φῆστε, ἀλλὰ ἀληθείας καὶ
σωφροσύνης ρήματα ἀποφθέγγομαι.
|
26
Ἐπίσταται γὰρ περὶ τούτων ὁ
βασιλεῦ, πρὸς ὃν καὶ παρρησιαζόμενος
λαλῶ· λανθάνειν γὰρ αὐτὸν
τι τούτων οὐ πείθομαι οὐδέν·
οὐ γάρ ἐστιν ἐν γωνίᾳ
πεπραγμένον τοῦτο. |
26
Καὶ ὁμιλῶ ἔτσι, διότι γνωρίζει
πολὺ καλὰ τὰ γεγονότα αὐτὰ
ὁ βασιλεύς, πρὸς τὸν ὁποῖον
καὶ μὲ τόσον θάρρος ὁμιλῶ.
Δὲν πιστεύω τίποτε ἀπὸ αὐτὰ
νὰ διαφεύγῃ τὴν γνῶσιν καὶ
τὴν προσοχήν του. Εἶναι ἄλλως τε αὐτὰ
γνωστά, διότι δὲν ἔχουν πραγματοποιηθῇ
εἰς καμμίαν ἀπόμερον γωνίαν,
ἀλλὰ εἰς ὅλους τοὺς Ἰουδαίους.
|
26
Ἐπίσταται γὰρ περὶ τούτων ὁ
βασιλεῦ, πρὸς ὃν καὶ παρρησιαζόμενος
λαλῶ· λανθάνειν γὰρ αὐτὸν
τι τούτων οὐ πείθομαι οὐδέν·
οὐ γάρ ἐστιν ἐν γωνίᾳ
πεπραγμένον τοῦτο. |
27
Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς
προφήταις; Οἶδα ὅτι πιστεύεις.
|
27
Πιστεύεις, βασιλεῦ Ἀγρίππα, εἰς
τοὺς προφήτας; Ἐγὼ ξέρω ὅτι
πιστεύεις>. |
27
Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς
προφήταις; Οἶδα ὅτι πιστεύεις.
|
28
Ὁ δὲ Ἀγρίππας πρὸς τὸν
Παῦλον ἔφη· ἐν ὀλίγῳ
με πείθεις Χριστιανὸν γενέσθαι.
|
28
Εἶπε δὲ ὁ Ἀγρίππας εἰς
τὸν Παῦλον· <Ὀλίγον ἀκόμη
καὶ μὲ πείθεις νὰ γίνω Χριστιανός>.
|
28
Ὁ δὲ Ἀγρίππας πρὸς τὸν
Παῦλον ἔφη· ἐν ὀλίγῳ
με πείθεις Χριστιανὸν γενέσθαι.
|
29
Ὁ δὲ Παῦλος εἶπεν· εὐξαίμην
ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ
καὶ ἐν πολλῷ οὐ μόνον σέ,
ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς
μου σήμερον γενέσθαι τοιούτους ὁποῖος
κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν
τούτων. |
29
Ὁ δὲ Παῦλος εἶπε· <Θὰ
ηὐχόμην εἰς τὸν Θεὸν καὶ
ὀλίγον καὶ πολὺ ὄχι μόνον
σύ, ἀλλὰ καὶ ὅλοι ὅσοι
μὲ ἀκούουν σήμερον νὰ γίνουν
τέτοιοι σὰν ἐμέ, ἐκτὸς
ἀπό τίς ἁλυσίδες αὐτές>.
|
29
Ὁ δὲ Παῦλος εἶπεν· εὐξαίμην
ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ
καὶ ἐν πολλῷ οὐ μόνον σέ,
ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς
μου σήμερον γενέσθαι τοιούτους ὁποῖος
κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν
τούτων. |
30
Καὶ ταῦτα εἰπόντος αὐτοῦ
ἀνέστη ὁ βασιλεὺς καὶ ὁ
ἡγεμὼν ἥ τὲ Βερνίκη καὶ
οἱ συγκαθήμενοι αὐτοῖς,
|
30
Καὶ ἀφοῦ εἶπε αὐτὰ ὁ
Παῦλος, ἐσηκώθηκε ὁ Βασιλεὺς
καὶ ὁ Ρωμαῖος ἡγεμὼν καὶ
ἡ Βερνίκη καὶ ὅλοι ὅσοι ἐκάθηντο
μαζῆ μὲ αὐτούς. |
30
Καὶ ταῦτα εἰπόντος αὐτοῦ
ἀνέστη ὁ βασιλεὺς καὶ ὁ
ἡγεμὼν ἥ τὲ Βερνίκη καὶ
οἱ συγκαθήμενοι αὐτοῖς,
|
31
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς
ἀλλήλους λέγοντες ὅτι οὐδὲν
θανάτου ἄξιον ἢ δεσμῶν πράσσει
ὁ ἄνθρωπος οὗτος.
|
31
Καὶ ὅταν ἀνεχώρησαν, συνωμιλοῦσαν
μεταξύ των λέγοντες ὅτι ὁ ἄνθρωπος
αὐτὸς τίποτε ἄξιον θανάτου ἢ
φυλακίσεως δὲν ἔχει κάμει.
|
31
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς
ἀλλήλους λέγοντες ὅτι οὐδὲν
θανάτου ἄξιον ἢ δεσμῶν πράσσει
ὁ ἄνθρωπος οὗτος. |
32
Ἀγρίππας δὲ τῷ Φῆστῳ ἔφη·
ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος
οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
|
32
Ὁ δὲ Ἀγρίππας εἶπε εἰς
τὸν Φῆστον· <Ὁ ἄνθρωπος αὐτὸς
ἦτο δυνατὸν ν' ἀπολυθῇ, ἂν δὲν
εἶχε ἐπικαλεσθῆ τὸν Καίσαρα>.
|
32
Ἀγρίππας δὲ τῷ Φῆστῳ ἔφη·
ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος
οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
|