Πρωτότυπο Κείμενο
αὶ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. Καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. Καὶ ἐξέκλινε καὶ ἐκάθισε.
2 Καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν.
3 Καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἣ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἐλιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,
4 κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετά σέ. Ὁ δὲ εἶπεν· ἐγὼ εἶμι, ἀγχιστεύσω.
5 Καὶ εἰπὲ Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ρούθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
6 Καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
7 Καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ.
8 Καὶ εἶπεν ὁ ἀγχιστεύς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσοτο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
9 Καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἐλιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·
10 καί γε Ροὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
11 Καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. Καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ·
12 καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ  Ἰούδα, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
13 Καὶ ἔλαβε Βοὸζ τὴν Ρούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
14 Καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος· ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ,
15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
16 Καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
17 Καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ.
18 Καὶ αὗται αἰ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ,
19 Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράν, καὶ Ἀρὰν ἐγέννησε τὸν Ἀμιναδάβ,
20 καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν,
21 καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ,
22 καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυίδ.