Πρωτότυπο Κείμενο
ἰτεῖσθε παρὰ Κυρίου ὑετὸν  καθ' ὥραν  πρώϊμον  καὶ ὄψιμον·  Κύριος ἐποίησε  φαντασίας,  καὶ ὑετόν σειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.
2 Διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώκησαν, διότι οὐκ ἦν ἴασις.
3 Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ.
4 Καὶ ἀπ' αὐτοῦ ἐπέβλεψε καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἀπ' αὐτοῦ τόξον ἐν θυμῷ· ἀπ' αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ.
5 Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν, καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.
6 Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστραψάμην αὐτούς· διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς.
7 Καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραίμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.
8 Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί.
9 Καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, ἐκθρέψουσι τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσι.
10 Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς·
11 καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται.
12 Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.