οῦ Κυρίου δεηθῶμεν
Κύριε ὁ Θεὸς ἠμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων, ὁ παντοκράτωρ καὶ παντοδύναμος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι· ὁ τὴν ἑπταπλάσιον κάμινον καὶ τὴν φλόγα τὴν ἐν Βαβυλῶνι εἰς δρόσον μεταβολῶν, καὶ τοὺς ἁγίους σου τρεῖς Παῖδας σώους διαφυλάξας· ὁ ἰατρὸς καὶ θεραπευτὴς τῶν ψυχῶν ἡμῶν· ἡ ἀσφάλεια τῶν εἰς σὲ ἐλπιζόντων· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἀπόστησον, φυγάδευσον καὶ ἀπέλασον πᾶσαν διαβολικὴν ἐνέργειαν, πᾶσαν σατανικὴν ἕφοδον καὶ πᾶσαν ἐπιβουλήν, περιέργειάν τε πονηρὰν καὶ βλάβην καὶ ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καὶ πονηρῶν ἀνθρώπων ἀπὸ τοῦ δούλου σου (τοῦδε) καὶ ἡ ὑπὸ ὡραιότητος ἢ ἀνδρείας ἢ εὐτυχίας ἢ ζήλου καὶ φθόνου ἢ βασκανίας συνέβη, αὐτὸς φιλάνθρωπε Δέσποτα, ἔκτεινον τὴν κραταιάν σου χεῖρα καὶ τὸν βραχίονά σου τὸν ἰσχυρὸν καὶ ὕψιστον, καὶ ἐπισκοπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο, καὶ κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, κραταιὸν ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ’ αὐτοῦ πᾶσαν πονηρὰν βουλήν, πᾶσαν φαρμακείαν καὶ βασκανίαν τῶν φθοροποιῶν καὶ φθονερῶν ἀνθρώπων ἵνα ὑπὸ σοῦ ὁ σὸς ἱκέτης φρουρούμενος, μετ’ εὐχαριστίας ψάλλη σοι. <Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος>· καὶ πάλιν. <Οὐ φοβηθήσομαι κακά, ὅτι ἐσὺ μετ’ ἐμοῦ εἶ>· ὅτι σὺ εἶ ὁ Θεός, κραταίωμά μου, ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ναί, Κύριε ὁ Θεὸς ἠμῶν, φεῖσαι τοῦ πλάσματός σου, καὶ σῶσον τὸν δοῦλον σου ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας τῆς ἐκ βασκανίας γινομένης, καὶ ἀνώτερον αὐτὸν παντὸς κακοῦ διαφύλαξον· πρεσβείαις τῆς ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἠμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων, καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.