οῦ Κυρίου δεηθῶμεν
Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ρῦσαι τὸν δοῦλον σου, (τὸν δὲ) ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων, ἐπίταξον τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασί τε καὶ δαίμοσιν, ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου (τοῦδε), καὶ μὴ ἐμμένειν, μηδὲ ἐγκρύπτεσθαι ἐν αὐτῷ.
Φυγαδευθείησαν τῷ ὀνόματί σου τῷ Ἁγίῳ καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος, ἀπὸ τοῦ πλασμάτον τῶν χειρῶν σου· ἵνα, καθαρισθεὶς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζήση, ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν· μεθ’ οὗ εὐλογητὸς εἰ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ὁ πᾶσιν ἀκαθάρτοις πνεύμασιν ἐπιτιμήσας, καὶ δυνάμει ρήματος ἐκδιώξας τὸν λεγεῶνα, ἐπιφάνηθι καὶ νῦν διὰ τοῦ μονογενοῦς σοῦ Υἱοῦ ἐπὶ τὸ πλάσμα, ὁ κατ' εἰκόνα σου ἐποίησας, καὶ ἐξελοῦ αὐτὸ καταδυναστευόμενον ὑπὸ τοῦ ἀντικειμένου· ἵνα, ἐλεηθὲν καὶ καθαρισθέν, ἐνταγῇ τῇ ἁγίᾶ σου ποίμνῃ καὶ φυλαχθῇ ναὸς ἔμψυχος τοῦ Ἁγίου Πνεύματος, καὶ τῶν θείων ἀχράντων Ἁγιασμάτων· χάριτι καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ἐπικαλούμεθά σε, Δέσποτα, Θεὲ παντοκράτωρ, ὕψιστε, ἀπείραστε, εἰρηνικὲ Βασιλεῦ· ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν· ἐκ σοῦ γὰρ ἀνεφύη καὶ τὸ Α καὶ τὸ Β, ἡ Ἀρχὴ καὶ τὸ Τέλος· ὁ δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετράποδα καὶ ἄλογα ζῶα, ὅτι σὺ ὑπέταξας αὐτά, Κύριε· ἔκτεινον τὴν χεῖρα σου τὴν κραταιάν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ τὸν ἅγιον, καὶ ἐπισκπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο· κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, Ἄγγελον κραταιὸν ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ’ αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον· ὅτι σὺ Κύριος μόνος, ὕψιστος, παντοκράτωρ, εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Τὴν θείαν τε καὶ ἁγίαν, καὶ μεγάλην, καὶ φρικτήν, καὶ ἄστεκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦμεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα· ὡσαύτως καὶ ἐπιτίμησιν εἰς τὴν σὴν ἐξολόθρευσιν, διάβολε.
Ὁ Θεός, ὁ ἅγιος, ὁ ἄναρχος, ὁ φοβερός, ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει καὶ ἀκατάληπτος τῇ θεότητι, ὁ Βασιλεὺς τῆς δόξης καὶ παντοκράτωρ Δεσπότης, ἐπιτιμήσει σοι, Διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμενος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς· Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ὑπὸ πλῆθος, χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τιμώμενος ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν Δυνάμεων, καὶ φρικωδεστάτων Ἑξαπτερύγων, καὶ πολυομμάτων Χερουβεὶμ καὶ Σεραφείμ, τῶν τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων, διὰ τὴν ἀθεόρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀρρήτου δόξης καὶ ἀκατανοήτου μεγαλειότητος αὐτοῦ, καὶ ταῖς δυσὶ πτέρυξι πετομένον, καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν· <Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ>.
Ἐπιτιμᾷ σοι, Κύριε Διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας προσκυνητῆς, ἀφράστου καὶ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεῖς ἐν τῷ κόσμῳ, τοῦ σῶσαι αὐτόν, καὶ τὴν αὐθεντικὴ αὐτοῦ δυνάμει ρίψας σὲ οὐρανόθεν καὶ ἀπόβλητον παντὶ δείξας. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· <Σιώπα, πεφίμωσο> καὶ τὸ κελεύσματι εὐθέως ἐκόπασεν.
Ἐπιτιμᾷ σοι, Κύριος, Διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τὴν θυγατέρα τοῦ Ἀρχισυναγώγου λόγῳ ζωοποιήσας καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας, καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον καὶ ὑγιῆ αὐτὸν χαρισάμενος.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον, ἄσηπον, ὡς μὴ θανόντα καὶ ἄσπιλον εἰς ἔκπληξιν τῶν πολλῶν ἀναστήσας.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ διὰ τοῦ ραπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν Παράδεισον φυλάττουσαν φλογίνην ρομφαίαν ἀναστείλας.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ διὰ τοῦ ἐμτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ πήξας τὸν Σταυρὸν εἰς στήριγμα ἐν, καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σήν, καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ Σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ αἱ πέτραι διερράγησαν, καὶ τὰ μνημεῖα ἀνεώχθησαν, καὶ οἱ ἀπ’ αἰῶνος θᾳνόντες ἀνέστησαν.
Ἐπιτιμᾷ σοι, Κύριος, Διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας, καὶ ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ καταβὰς εἰς τὸν Ἅδην, καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὅν οἰ πυλωροὶ τοῦ Ἅδου ἰδόντες ἔφριξαν καὶ ἀγωνία τοῦ Ἅδου κρυβέντες ἐξέλιπον.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἠμῶν, καὶ πᾶσι τὴν Ἀνάστασιν αὐτοῦ χαρισάμενος.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ εἰς οὐρανοὺς ἐν δόξῃ ἀναληφθεὶς πρὸς τὸν πατέρα αὐτοῦ, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐπὶ θρόνου δόξης καθήμενος.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἁγίων Ἀγγέλων αὐτοῦ, κρίναι ζῶντας καὶ νεκρούς.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ πῦρ τὸ ἄσβεστον καὶ σκώληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἐτοιμάσας σοι εἰς αἰώνιον κόλασιν.
Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ.
Αὐτὸς ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ Ὀνόματος.
Φρίξον, τρόμαξον, φοβήθητι, ἀναχώρησον, ἐξολοθρεύθητι, φυγαδεύθητι, ὁ πεσὼν οὐρανόθεν, καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα· πᾶν πνεῦμα πονηρόν, πνεῦμα ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καὶ ἡμερινόν, μεσημβρινόν τε καὶ ἐσπερινόν· πνεῦμα μεσονυκτικόν, πνεῦμα φανταστικόν, πνεῦμα συναντικόν· εἴτε χερσαῖον εἴτε ἔνυδρον, εἲτε ἐν ἄλσεσι, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐν διόδοις καὶ τριόδοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς καὶ ἐν βαλανείοις παρατρέχον, καὶ βλάπτον καὶ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου· συντόμως ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ ἀπαλλάχθητε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε ) ἀπὸ τοῦ νοός, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας ἀπὸ  τῶν νεφρῶν, ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ πάντων τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιῆ, καὶ ὁλόκληρον, καὶ ἐλεύθερον ἐπιγιγνώσκοντα τὸν ἴδιον Δεσπότην καὶ δημιουργὸν τῶν ἁπάντων Θεόν, τὸν ἐπισυναγοντα  τοὺς πεπλανημένους καὶ δίδοντα αὐτοῖς σφραγῖδας  σωτηρίας, διὰ τῆς ἀναγεννήσεως καὶ ἀνακαινίσεως τοῦ θείου βαπτίσματος, εἰς τὸ καταξιωθῆναι αὐτὸν τῶν ἀχράντων καὶ ἐπουρανίων φρικτῶν αὐτοῦ Μυστηρίων, καὶ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ, εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ Σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.