ἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ του Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, ὁ Θεὸς ἠμῶν δόξα σοι, Τριὰς Ἁγία δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον Ἀγαθέ, τὰς ψυχὰς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρις).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσπατα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.
Ἐλθέτω ἡ βασιλεία σου.
Γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἠμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἠμῶν ὡς καὶ ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν.
Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα τὸν Ν' Ψαλμόν.
Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἑξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα τὸ πάρον ἀπολυτίκιον. Ἦχος Δ'.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τὸ Κοντάκιον. Ἦχος Α'. Χορὸς Ἀγγελικός.
Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας Θεόφρων, πρὸς γνῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ, ἀκέστωρ σοφότατος, τὰς ἰάσεις δωρούμενος, τοῖς τιμώσί σε, Κυπριανὲ σὺν Ἰουστίνη· μεθ’ ἧς πρέσβευε τῷ φιλανθρώπῳ Δεσπότῃ, σωθῆναι τοὺς δούλους σου.
Εἶτα τὰ κάτωθι τροπάρια Ἦχος πλ. Δ'.
Κύριε ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν Σου ἡμῖν δέδωκας. Φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν· ὅτι νεκροὺς ἀνιστᾶ, καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν Σου καὶ τὴν ἔγερσιν.
Ἦχος Β'.
Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης.
Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας.
Σταυρὸς βασιλέων τὸ κραταίωμα.
Σταυρὸς πιστῶν τὸ στήριγμα.
Σταυρὸς Ἀγγέλων ἡ δόξα καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Ἦχος Β'.
Διδασκαλίαν τῆς πλάνης καὶ γνῶσιν τῶν εἰδώλων, ἀπεδύσω ἀληθῶς, καὶ Σταυρὸν ἠμφιάσω, ὅπλον εἰς σωτηρίαν, Κυπριανὲ παμμακάριστε. Ἔρριψας τὰς βίβλους τὰς μαγικάς, τὸν ἄνθρωπον ἀπέθου τὸν παλαιόν, καὶ ᾤκησεν ἐν σοὶ θεογνωσία, ἡ Τριὰς ἡ ὁμοούσιος. Αὐτὴν ἱκέτευε Ἱεράρχα, σὺν Ἀγγέλοις τοῦ σωθῆναι ἡμᾶς.
Ἦχος Β'.
Τὸν πρότερον ὑπάρχοντα, κακίας μύστην, ὕστερον διὰ τιμίας Παρθένου, Ἀρχιερέα φανέντα, Κυπριανὸν τὸν μέγιστον, συμφώνως μακαρίσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν. Ταῖς σαῖς λιταῖς εὐμενίζου, ἠμῖν τὸν πάντων Δεσπότην.
Ὡς γενναῖον ἐν Μάρτυσιν Ἦχος Δ'.
Ἐπῳδαῖς τοῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας, καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῷ Χριστῷ, Ἱερώτατον σφάγιον. Ὅθεν ἔτυχες, τῶν στεφάνων τῆς νίκης Ἰουστίνα, τῶν Παρθένων καὶ Μαρτύρων κεκοσμημένη φαιδρότησι.
Εἶτα.
Στίχ. Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ Τιμίου Σταυροῦ Σου πᾶσαι αἱ ἐναντίαι δυνάμεις, (τρίς).
Ἡ βοήθεια ἠμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν Οὐρανὸν καὶ τὴν Γῆν.