έσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἠμῶν ὁ κρατῶν καὶ κυβερνῶν τὰ πάντα, Ἅγιος καὶ δεδοξασμένος ὑπάρχεις.
Διὸ Βασιλεῦ τῶν Βασιλευόντων καὶ Κύριε τῶν Κυριευόντων δόξα σοι.
Ὁ καθήμενος ἐν τῷ φωτὶ τῷ ἀπείρῳ καὶ ἀπροσίτῳ βροτοῖς, ὅπερ εἶδον δυνάμεις χιλιάδες καὶ μυριάδες Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων.
Σὺ γιγνώσκεις τὰ κρύφια τοῦ ταπεινοῦ δούλου σου Κυπριανοῦ.
Ὅτι οὐκ ἐγίγνωσκον πρότερον τὰ σὰ θαυμάσια Κύριε παντοδύναμε.
Σὺ εἰ μόνος Κύριος Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἠμῶν.
Ὁ εὐδοκησας ἐξ ἀναξίου γενέσθαι μὲ ἄξιον καὶ συζησάμενος τῷ ἐν σοὶ πόθῳ καὶ ἀγάπη πρὸς ἀκοὴν τῶν Ἁγίων σου Ἀποστόλων καὶ Ἱερομαρτύρων καὶ πάντων σου τῶν Ἁγίων.
Παρακαλῶ δὲ τὴν σὴν φιλανθρωπίαν, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύῃ ἡ χάρις σου Κύριε, ὅτι ἐκράτουν τὰ νέφη καὶ οὐκ ἔβρεχον, ἔδενον τὴν γῆν καὶ οὐκ ἔδιδε τοὺς καρποὺς αὐτῆς.
Τὰς ἀμπέλους καὶ οὐκ ἐβλάστανον, τὰ ποίμνια τῶν προβάτων καὶ οὐκ ἐποίουν γάλα, τὰ αἰγίδια καὶ οὐκ ἐγέννων, τοὺς ἄνδρας καὶ οὐκ ἐσμίγοντο μετὰ τῶν γυναικῶν αὐτῶν, τὰς μητέρας καὶ οὐκ ἐτεκνοποίουν, τὰ πλοῖα καὶ οὐκ ἔπλεον, τὰ ἐργαστήρια καὶ οὐκ εἰργάζοντο, τοὺς ἁλιεῖς καὶ οὐχ ἡλίευον, τοὺς κήπους καὶ οὐκ ἐποίουν λάχανα, τὰ δένδρα καὶ οὐκ ἐκαρποφόρουν, τοὺς ποταμοὺς καὶ οὐκ ἔτρεχον, τοὺς μύλους καὶ οὐκ ἐγύριζον, τοὺς ἀδελφοὺς καὶ ἀνδρόγυνα εἰς ἀφιλίωτον ἔχθραν ἔφερον καὶ τοὺς διεχώριζον, ἐποίουν τὸ θέρος χειμῶνα καὶ τὸν χειμῶνα θέρος, ταῦτα πάντα εἰργαζόμην φαντασία τελεία.
Ἄρτι δὲ Κύριε ὁ Θεὸς ἠμῶν ἱκετεύω σε καὶ παρακαλῶ, ἵνα διὰ τῆς ἐμῆς προσευχῆς ἐνώπιόν Σου Θεὲ καὶ Κύριε τοῦ Ἐλέους ὡς Θυσία εὐπρόσδεκτος γενέσθω σοι.
Καὶ πᾶς ἄνθρωπος ἔχων πνεῦμα πονηρίας καθαρισθῇ ὅλως.
Ἢ ἀγρὸς ἢ κῆπος ἢ κτῆμα ἢ μύλος ἢ πλοῖον ἢ ἁλιεὺς ἢ μελίσσιον ἢ ἔμπορος ἢ ἐπιστήμων ἢ ἄρχων ἢ ἀρχόμενος ἢ τεχνίτης ἢ μεταξοσκώληξ ἢ καὶ ὁ δοῦλος τοῦ Θεοῦ..................σὺν παντὶ τῶν οἴκῳ αὐτοῦ.
Ἂν εἶναι δεδεμένος μὲ μαγείας καὶ πονηρὰ ἔργα ἢ γοητείας ἢ ἀπὸ 72 γλωσσοφαγιῶν ἐστιν ἐμποδισμένος καὶ μαγευμένος καὶ ἐγκλείῃ 365 λόγια τῆς Μαγείας ἅτινα ἔρχονται πρὸς βλάβην καὶ κατανάλωσιν τοῦ δούλου τοῦ Θεοῦ...................σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.
Παρευθὺς ὅπου ἀναγνωσθῇ ἡ παροῦσα ἱκετήριος δέησις καὶ προσευχή μου ἐνώπιον τῆς Σῆς χάριτος τοῦ Θεοῦ ἐλευθερωθῇ πᾶς ὁ κόσμος καὶ τόπος ἐκ πάσης ὀργῆς τε καὶ ἀσθενείας καὶ ἐκ παντὸς δεσμοῦ καὶ μαγείας καὶ πάσης φαρμακείας καὶ γοητείας, πάσης βασκανίας καὶ καταλαλιᾶς, γλωσσοφαγιᾶς, ἀμελείας ἢ νωθρότητος, ἀκρατείας, ἀφροσύνης, ἀδυναμίας καὶ ἀπογνώσεως πάσης ἀδικίας καὶ πάσης πλάνης ἢ ἀπάτης, ἢ ἐμποδίου προερχομένων ὑπό του διαβόλου ὁμοίως καὶ ὁ δοῦλος τοῦ Θεοῦ..........................σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.

Καὶ ἔστω λελυμένος καὶ λελυτρωμένος ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
 
Καὶ εἴτε ἐν τῷ οὐρανῷ εἰσὶν αἱ μαγεῖαι καὶ τὰ φαρμακεύματα ἐκεῖνα ἢ ἐν τῇ γῇ ἢ ἐν τῇ θαλάσσῃ ἢ ἐν παντὶ τόπῳ καὶ ἐδάφει εὐθὺς τῇ ὥρᾳ ταύτῃ λυθήσονται καὶ καταργηθήσονται ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ......................καὶ ἀπὸ παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἐλευθερωθήσεται ὁ δοῦλος τοῦ Θεοῦ......................καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἀπὸ πάσης ὥρας πονηρᾶς καὶ γοητείας ἢ ὀφθαλμῶν πονηρῶν ἢ φθόνου ἢ καταλαλιᾶς ἢ γλωσσοφαγιᾶς ἢ μαγείας ἢ φαρμακείας ἢ κατάρας ἢ ἀναθέματος ἢ ἀφορισμοῦ καὶ πάσης βλασφημίας ἢ ἐνεργείας του.
Εὐθέως ἀναχωρήσατε ἀπό του δούλου τοῦ Θεοῦ .........................πᾶσα ἡ ἐπήρεια τοῦ πονηροῦ ἐπὶ τῇ ἐπικλήσει τοῦ Παναγίου σου ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ καὶ τοῦ Ἀγαθοῦ καὶ Ζωοποιοῦ Πνεύματος καὶ διὰ τῆς προσευχῆς ἐμοῦ τοῦ ταπεινοῦ καὶ εὐλαβοῦς δούλου σου Κυπριανοῦ φεύξονται οἱ δαίμονες, δραπετευθήσονται καὶ καταργηθήσονται αἱ πονηρίαι αὐτῶν, καὶ τὰ νέφη δώσωσιν ὑετὸν ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ἡ γῆ δώσῃ τὰ γενήματα αὐτῆς εἰς τὸν καιρὸν αὐτῶν, καὶ τὰ δένδρα καρποφορήσωσι, καὶ οἱ ἀμπελῶνες εὐφορήσωσι πλῆθος βοτρύων, καὶ αἱ γυναῖκες λυθήσωνται καὶ ἐλευθερωθήσωνται ἀπὸ τοῦ κακοῦ τῶν μητρῶν αὐτῶν.
Ὁμοίως καὶ τὰ κτήνη τῶν ποιμένων καὶ πᾶς ὁ κόσμος, ἄρχων, ἢ ἀρχόμενος, ἢ κῆπος, ἢ μελισσουργός, ἢ μεταξουργὸς καὶ πᾶσα ἢ κτῆσις λυθήσεται ἀπὸ παντὸς δεσμοῦ καὶ δαίμονος.
Ὁμοίως καὶ ὁ δοῦλος τοῦ Θεοῦ.......................σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ καὶ τοῖς πράγμασιν αὐτοῦ, καὶ ἔστω ἐλεύθερος καὶ λελυτρωμένος ἀπὸ πάσης ἀσθενείας καὶ ὥρας κακῆς καὶ παντὸς δαίμονος καὶ ἀντικειμένης δυνάμεως δεόμεθα σου, ἵνα λυθῶσι καὶ ἀφανισθῶσι τὰ πονηρὰ ἔργα διὰ τῆς ἐπικλήσεως τοῦ Παναγίου Πνεύματος τοῦ Θεοῦ Σαβαώθ.

 
Καὶ εἰ ἐν τῷ Οὐρανῷ ἐστι δεδεμένος καὶ ἐμποδισμένος ὁ δοῦλος τοῦ Θεοῦ ..........................λυθήτω, ἢ ἒν τῇ γῇ, ἢ ἐν ἀνωφλίῳ λυθήτω, ἢ ἐν κατωφλίῳ, ἢ ἐν δέρματι ἀλόγου, ἢ ἐν σιδήρῳ, ἢ ἐν λίθῳ, ἢ ἐν ξύλῳ ἐκάρφωσαν τὰ πονηρὰ ἔργα λυθήτωσαν καὶ ὡσεὶ καπνὸς ἐκλιπέτωσαν, ἢ ἐν γραμματίῳ διὰ μελένης, ἢ αἵματος ἀνθρώπου, ζώου, πτηνοῦ, ἰχθύος, ἢ διὰ μολύβδου, ἢ διὰ κινναβάρεως, ἢ διὰ ζωμοῦ λεμονιοῦ, ἢ δι' ἄλλου τινὸς ἔγραψαν αὐτὰ καὶ ἔθηκαν ἐν τινι τόπῳ καὶ διεσκέλισεν αὐτὰ ὁ δοῦλος τοῦ Θεοῦ.....................πρὸς βλάβην αὐτοῦ τῇ ὥρᾳ ταύτῃ λυθήτωσαν καὶ καταργηθήτωσαν καὶ ἐκριζωθήτωσαν τὰ τῆς μαγείας ἔργα ἀπὸ τοὺς τόπους καὶ κατοικίας ἐκεῖ ὅπου ἀναγινώσκεται ἡ δέησίς μου καὶ προσευχὴ αὕτη, ἢ ἐν αὐλὲς τοῦ οἴκου αὐτοῦ κατέχωσαν, ἢ διέσπειραν αὐτά, ἡ μετάλλου τινὸς ἐποίησαν τὰ κομβοδέματα ἐκεῖνα λυθήτωσαν, ἢ εἰς κόκκαλα διεπέρασαν αὐτά, ἢ ἐν τῇ θαλάσσῃ, ἢ ἐν φρέατι, ἢ ἐν μνήματι ἐρρίφθησαν λυθήτωσαν, ἢ μὲ ὄνυχας ἀνθρώπων, ζώων, ἢ πτηνῶν ζώντων ἢ τεθνεώτων, ἢ μὲ χῶμα τεθνεώτων ἐποίησαν τὰ φάρμακα ἐκεῖνα λυθήτωσαν, ἢ ὑπὸ πλακὸς ἐπλακώθησαν ἢ ἀπὸ πασσάλους, ἢ καρφίου ἐκαρφώθησαν, ἡ διὰ βελόνης ἐπέρασαν αὐτά, λυθήτωσαν τὴν ὥραν τούτην, ἢ διὰ ἀργύρου, ἢ χρυσοῦ, ἡ ἄλλου τινὸς μετάλλου ἐποίησαν τὰ πονηρὰ ἔργα λυθήτωσαν τὴν ὥραν ταύτην, ἢ διὰ μαλλίου, ἢ βαμβακίου, ἢ μετάξης, ἢ λινάρεως, ἢ κανάβεως, ἢ δι’ ἄλλου τινός, χόρτου ἔδεσαν ταῦτα λυθήτωσαν τὴν ὥραν ταύτην, ἢ εἰς κράββατον κατέχωσαν αὐτὰ λυθήτωσαν τὴν ὥρα ταύτην, ἢ διὰ βρόχου, βούρλου ἢ ἅλλου τινὸς ἔδεσαν, λυθήτωσαν τὴν ὥραν ταύτην, ἢ ἐν ὕδατι ἐποίησαν αὐτὰ ἢ κούφῳ ξύλῳ ἢ κοχλάζοντι ὕδατι ἂν ἔβρασαν αὐτὰ λυθήτωσαν τὴν ὥραν ταύτην, ἢ ἒν αἵματι ἀνθρώπου, ζώου, ἢ πτηνοῦ, ἢ ἰχθύος ζώντων ἢ τεθνεώτων ἐποίησαν αὐτὰ ὡς σύ, Κύριε ὁ Θεὸς ἠμῶν γινώσκεις τοὺς τόπους καὶ τρόπους καὶ τοὺς ἀνθρώπους, λυθήτωσαν τὴν ὥραν ταύτην καὶ διαρρηχθήτωσαν τὰ τῆς μαγείας ἔργα ἔνθα κεῖνται, καὶ τὸν μὲν δοῦλον σου..................διαφύλαξον σὺν παντὶ τῷ Οἴκῳ αὐτοῦ, τὰ δὲ πονηρὰ ἔργα λυθήτωσαν καὶ ἀπωλεσθήτωσαν καὶ ὡσεὶ καπνὸς ἐκλιπέτωσαν ἀπὸ τὸν δοῦλον τοῦ Θεοῦ...................ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος καὶ διὰ τῆς δόξης τοῦ Μεγάλου Θεοῦ τοῦ Ζῶντος συντριβήτωσαν τῇ δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ πᾶσαι αἱ ἐναντίαι δυνάμεις, ἀναχωρησάτωσαν τὰ τῆς Μαγείας ἔργα καὶ ἀπομακρυνθήτωσαν ἀπὸ τὸν δοῦλον τοῦ Θεοῦ.........................μίλια 65 Πρεσβείαις τῶν μαρτύρων καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.
 
Δεόμεθά σου καὶ παρακαλοῦμεν σε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἠμῶν ἵνα ἐλευθερώσῃς καὶ ζωώσῃς πᾶσαν ψυχὴν πεπεδημένην καὶ τὸν δοῦλον......................σὺν παντὶ τῷ Οἴκῳ αὐτοῦ ὁμοίως καὶ τοὺς γράφοντας καὶ ἔχοντας ἐν τῷ Οἴκῳ αὐτῶν τὴν προσευχήν μου αὐτήν,καὶ τοὺς βαστάζοντας αὐτὴν ὡς φυλακτήριον αἰώνιον, καὶ ἡ δεξιά σου Κύριε εἴη αὐτοῖς σκέπη καὶ βοήθεια καὶ ἔστω διὰ παντὸς ἐν τῷ οἴκῳ αὐτῶν χαρὰ καὶ ἀγαλλίασις.
Ναί, Κύριε, δεομένου σου ἐπάκουσόν μου, ἵνα ὅπου εὑρίσκεται ἡ εὐκτήριος καὶ ἱκετηρία αὕτη εὐχή μου λυθῇ καὶ ἐλευθερωθῇ πᾶς ἄνθρωπος καὶ ὁ οἶκος αὐτοῦ ἀπὸ κακῆς ὥρας, ἀπὸ πάσης ἀσθενείας, παντὸς ἀφορισμοῦ τε καὶ ἀναθέματος, ἀπὸ πάσης κατάρας, ἀπὸ πάσης ὀργῆς, ἐμποδίου, δυσπραγίας, καταλαλιᾶς, γλωσσοφαγιᾶς, φθόνου, βασκανίας, ἀμελείας, νωθρότητος, λαιμαργίας, ἀδυναμίας, βλακείας, ἀκρατείας, ἀφροσύνης, ὑπερηφανείας, ἀσπλαγχνίας, ἀδικίας, ἀλαζονείας καὶ πάσης πλάνης καὶ ἀπάτης διὰ τὸ ὄνομά Σου τὸ Ἅγιον καὶ δεδοξασμένον εἰς τοὺς Αἰῶνας Ἀμήν>.
Τέλος τῆς προσευχῆς
ναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν.
Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Οὕτως ἀπολοῦνται οἰ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ Δίκαιοι εὐφρανθήτωσαν.
Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Καὶ ἡ Ἀπόλυσις:
ριστὸς ὁ ἀληθινὸς Θεὸς ἠμῶν,
Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων Ἐπουρανίων Δυνάμεων Ἀσωμάτων.
Ἱκεσίαις τοῦ Τιμίου Ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων καὶ Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ ἐλεήμονος ΙΙατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος τῶν Θαυματουργῶν, τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου.
Τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἠμῶν Ἀντωνίου, Εὐθυμίου, Σάββα τοῦ ἠγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ὀνουφρίου, Ἀρσενίου καὶ πάντων τῶν Ὁσίων.
Τῶν γίων καὶ ἰαματικῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἐρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλελαίου καὶ Τρύφωνος καὶ Παγκρατίου τοῦ ἀρχιεπισκόπου.
Τῶν γίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἠμῶν, τῶν ἁγίων ἐνδόξων μεγάλων μαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων, Τύρωνος καὶ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ καὶ ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου.
Τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης τοῦ Ἁγίου ἱερομάρτυρος Κυπριανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Ἰουστίνης καὶ πάντων τῶν Ἁγίων.

Ἱκετεύομέν Σὲ Πολυέλεε, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἠμᾶς.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Τησοῦ Χριστὲ ὁ Θεὸς ἠμῶν ἐλέησον ἠμᾶς. Ἀμήν.