οῦ Κυρίου δεηθῶμεν
Ἰδοὺ ὁ Τίμιος καὶ Ζωοποιὸς Σταυρὸς τοῦ Κυρίου, δι’ Αὐτοῦ σὲ σφραγίζω καὶ σημειώνω σε δοῦλε τοῦ Θεοῦ (Δεῖνα), ἵνα τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος γένῃς καθαρὸν δοχεῖον Αὐτοῦ καὶ ἅγιον, ἀπὸ πάσης ἀδικίας, μαγείας, δεσμοῦ, καὶ παντὸς κακοῦ ποιήματος, καὶ κακῆς μηχανουργίας· τὰς ὁποίας κακουργίας πάσας, καὶ δεσμὰ καὶ ἐπῳδὰς καὶ σφραγίσματα καὶ περιεργείας μηχανὰς ἐν τῷ σώματί σου, καὶ περὶ τὸ σῶμα σου πεποιημένας.
Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐπὶ Ποντίου Πιλάτου Σταυρωθέντος καὶ Ταφέντος καὶ Ἀναστάντος καὶ δόντος ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἐγώ, ὁ (δεῖνα) δοῦλος ἀνάξιος Αὐτοῦ καὶ ἁμαρτωλὸς ἱερεύς, ὁ τῇ ἐμῇ δώσας ἐξουσίᾳ παρὰ τῆς τοῦ Χριστοῦ Νύμφης ἁγίας Ἐκκλησίας, λύω καὶ λελυμένας ἔχω αὐτὰς πάσας βεβαίως, σὲ δὲ προστάττω κατηραμένε διάβολε, καὶ τοὺς σὺν σοὶ ὑπουργοῦντας· τοῦ μὴ ἔχειν ἀπὸ τοῦ νῦν καὶ ἔμπροσθεν ἐξουσίαν εἰσελθεῖν ἐν τῷ σώματι τούτῳ, ἀπὸ ποδὸς ἕως κεφαλῆς.
Ἀλλὰ ταχέως ἐξέλθετε μετὰ πασῶν τῶν μηχανιῶν καὶ ἀδικιῶν ἠμῶν, διὰ τοῦ Ἐλευσομένου κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τὴν οἰκουμένην διὰ πυρός. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ἐξορκίζω σὲ ἐξ ὀνόματος τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ καὶ ἀδιαιρέτου Τριάδος, Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος καὶ διὰ πάντων καὶ πασῶν τῶν ἁγίων τῶν ἐν τῷ Παραδείσῳ αὐλιζομένων· ἢ διὰ βρώσεως ἢ πόσεως ἐγένετο ἡ μαντεία αὕτη ἐν τούτῳ τῷ πλάσματι τοῦ Θεοῦ, ἢ ὑμεῖς προσηγάγετε δαιμόνια ἀκάθαρτα, ἢ ἐν τούτῳ τῷ σώματι κακόν τι, ἢ μαντικόν, ἢ μαγικόν, ἢ ἂν ἐν τῇ βρώσει ἐκείνῃ, ἢ πόσει ἃ προσήγαγεν ἀνθρώποις μαντευόμενος, ἢ ὑμεῖς βλάψαντες τὸ πλάσμα τοῦ Θεοῦ τοῦτο, ἢ ἔχητε ἐξουσίαν, οἰανδήποτε καὶ δύναμιν, τοῦ κινῆσαι καὶ μετατρέψαι, ἵνα χαλάσητε, καὶ ἀφανίσητε τὰ βλαβερὰ ταῦτα, κατὰ πᾶσαν σύνθεσιν πεποιημένην κατὰ τοῦ δούλου τοῦ Θεοῦ (Δεῖνος). Ἐξελάσατε αὐτὰ ἐκ τῶν ἐντοσθίων αὐτοῦ, καὶ πέμψατε αὐτὰ κάτω, ἐκ τῆς ἀναγκαίας φύσεως τοῦ πρωκτοῦ, δηλαδὴ ἄνευ τινὸς βλάβης, ψυχικῆς ἢ σωματικῆς. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ἐξορκίζω ὑμᾶς δαιμόνια πονηρά, παρὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, καὶ διὰ πασῶν τῶν ἀγγελικῶν καὶ θείων Δυνάμεων, τῶν τῶν τῳ Θεῷ  ὑπηρετούντων καὶ τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, καὶ διὰ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων Μαρτύρων, ἵνα μὴ ἔχητε δύναμιν καὶ ἐξουσίαν ἐπάνω τοῦ δούλου τοῦ Θεοῦ (Δεινός), ἢ τοῦ οἴκου αὐτοῦ. Φηγαδεύθητε, ἄθλιοι καὶ πονηροί, ἐντεῦθεν, ἐκλείπειν ὑμᾶς ποιήσει Κύριος, ὡς ἐκλείπει κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ μὴ ἔχειν ἐξουσίαν, ἢ αὐθεντίαν, πόνους καὶ φόβον εἰσφέρειν, ἢ ζημίας, ἢ κακὸν ἕτερον ἐν τῷ σώματι καὶ ταῖς σαρξὶ καὶ τοῖς μέλεσιν αὐτοῦ ἢ τοῦ οἴκου αὐτοῦ, διὰ τοῦ Ἐλευσομένου κρίναι ζῶντας καὶ νεκροὺς καὶ τὴν οἰκουμένην διὰ πυρός. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Κύριε ὁ Θεὸς ἠμῶν, ὁ παντοκράτωρ, καὶ παντοδύναμος, ὁ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάσης κτίστης καὶ δημιουργός, ὁ δεχόμενος τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, καὶ ὡς εὔσπλαγχνος συγχωρεῖς αὐτῶν· συγγνώμην παράσχου μοι τῷ ἀναξίῳ καί τῳ δούλῳ σοῦ τούτῳ, εἰς ὅσα σοὶ ἡμάρτομεν ὡς ἄνθρωποι. Καὶ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ, ὁ Θεὸς τοῦ Μωϋσέως, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ Θεὸς τῶν ἀγγέλων Μιχαήλ, Γαβριήλ, Οὐρουὴλ καὶ Ραφαὴλ καὶ πάντων τῶν οὐρανίων ταγμάτων· Χερουβείμ, Σεραφείμ, Ἀγγέλων, Ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, καὶ πάντων τῶν Προφητῶν καὶ Πατριαρχῶν, Μαρτύρων, Ὁμολογητῶν καὶ Παρθένων, καὶ διὰ τῶν εὐχῶν τοῦ ἁγίου Ἀποστόλου Φιλίππου· φύλαξον τὸν δοῦλον (Δεῖνα) τοῦ μὴ ἀδικῆσαι αὐτόν, ἢ βλάψαι κακόν τι, ἢ μαντικόν, ἢ τὸν ἀρχέκακον διάβολον καὶ τοὺς ὑπουργοῦντας αὐτῷ, ἢ κακὸν ἄνθρωπον καὶ πονηρὰν γυναῖκα, ἐν νυκτί, ἐν ἡμέρᾳ, ἢ ἐν θαλάσσῃ, ἢ ἐν ὁδῷ, ἢ ἐν περιπάτῳ, ἢ ἐν σπηλαίῳ, ἢ ἐν ἐκκλησίᾳ, ἢ ἐν οἴκῳ, ἢ ἐν χώρᾳ, ἢ ἐν χωρίῳ, ἢ ἐν ἀγρῷ, ἢ ἐν οἱῳδήποτε τόπῳ, ἐν ὁράσει, ἐν ἀκοῇ, πίνοντα, τρώγοντα, ἢ ἀναγινώσκοντα, καθεύδοντα, ἢ περιπατοῦντα, ἀγρυπνοῦντα ἢ κοιμώμενον, ἀναπαυόμενον, ἢ ἐργαζόμενον, ἐν γέλωτι, ἐν χαρᾷ, ἢ ἐν λύπῃ, ἐν σελήνῃ νέα ἢ παλαιᾷ, ἐν κεφαλῇ ἢ ἐγκεφάλῳ, ἐν τρίχεσιν, ἐν μετώπῳ, ἐν ὀφθαλμοῖς, ἐν νώτῳ ἢ ἐν μυκτῆρσιν, ἢ ἐν στόματι, ἢ ἐν φάρυγγι, ἐν ὀδοῦσι, ἢ ἐν γλώσσῃ, ἢ ἐν στήθεσι καὶ ὠμοπλάταις, ἐν χερσὶ καὶ βραχίοσι σὺν δακτύλοις, ἐν κοιλίᾳ καὶ ὑπογαστρίοις, ἥπατι καὶ ἐντοσθίοις πᾶσιν, ἐν χολῇ καὶ αἵματι, ἐν σαρξὶ καὶ δερματίῳ καὶ πᾶσι τοῖς μέλεσι καὶ μέρεσι τοῦ ἀνθρώπου τούτου· ἔσωθεν καὶ ἔξωθεν ἀπὸ ποδῶν ἕως κεφαλῆς αὐτοῦ.
Ναί, Παντοκράτορ Κύριε· ἐπάκουσαν τοῦ ἁμαρτωλοῦ, καὶ ἐλευθέρωσον τὸν δοῦλον σου (Δεῖνα) ἀπὸ πάσης ἀδικίας, ἀπὸ πάσης μαγείας, μαντείας, δεσμοῦ καὶ παντὸς κακοῦ. Καὶ ὡς ἠλευθέρωσας τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκ τοῦ Ἅδου, τὸν μακάριον Πέτρον ἐκ τῆς φυλακῆς· τὸν Παῦλον, τὸ σκεῦος τοῦ ἁγίου Πνεύματος ἐκ τῶν δεσμῶν· τὴν Σωσάννην ἐκ τῆς ψευδομαρτηρίας· τὴν Λουκίαν ἐκ τοῦ πορνοκοποίου· τὸν παράλυτον ἐκ τοῦ κραββάτου· τὸν Λάζαρον ἐκ τοῦ τάφου τὸν ἰσραηλιτικὸν λαὸν ἐκ τῆς θαλάσσης τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους· τὸν Λὼτ ἐκ τῶν Σοδόμων· τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τοῦ πυρὸς τοῦ καίοντος· τὸν Δανιὴλ ἐκ τῶν λεόντων· τὸν Δαβὶδ ἐκ τοῦ φόνου· τὸν Νῶε ἐκ τοῦ κατακλυσμοῦ· Μαρίαν τὴν Μαγδαληνὴν ἐκ τῶν ἑπτὰ πνευμάτων τῶν ἀκαθάρτων· τὸν Εὐαγγελιστὴν ἐκ τοῦ ζέοντος ὕδατος, ἐλαίου καὶ ἐκ τῆς φαρμακώδους πόσεως· οὕτω Δέσποτα ἐλευθέρωσον καὶ τὸν δοῦλον σου (Δεῖνα) ἐκ τοῦ δεσμοῦ καὶ φαρμακίας καὶ πάσης πονηρᾶς ἐπιβουλῆς τῶν ἐχθρῶν ἡμῶν· ὁρατῶν καὶ ἀοράτων, καὶ μὴ ἐχέτωσαν δύναμιν, μήτε ἐξουσίαν ἐκπειράζειν αὐτόν· καὶ ἡ εἰρήνη τοῦ μονογενοῦς σοῦ Υἱοῦ καὶ Θεοῦ ἔστω μετ’ αὐτοῦ καὶ ἠμῖν. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Κύριε καὶ Θεὲ τῶν Δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, πρόσδεξαι τὰς δεήσεις, ἃς προσηυξάμην Σοι διὰ τὸν δοῦλον Σου (Δεῖνα), καὶ δίωξον τοὺς ἐχθροὺς ἡμῶν τοὺς ἀοράτους, καὶ πάντας τοὺς ἐν αὐτῷ ὑπουργούντας καὶ πᾶσαν αὐτῶν πανουργίαν καὶ ἀλαζονίαν καὶ πονηρὰν ἀσθένειαν, τοῦ μηδέποτε ἔχειν δύναμιν ἢ ἐξουσίαν κατ’ αὐτοῦ τοῦ καταδυναστεύειν ἢ ἐπρεάζειν αὐτόν. Ἐπὶ Σοὶ γὰρ Κύριε ἤλπισεν αὐτός τε καὶ ἠμεῖς, καὶ μὴ καταισχυνθείημεν εἰς τὸν αἰῶνα· ἀλλ’ ἐν τῇ δικαιοσύνῃ Σου καὶ τῇ δυνάμει Σου ἐλευθέρωσον τοῦτον.
Πρεσβείαις καὶ ἱκεσίαις τῆς πανυπερευλογημένης ἐνδόξου Δεσποίνης ἠμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων καὶ ἐπουρανίων νοερῶν καὶ ἀΰλων θείων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις του τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων (πατέρων) ἡμῶν· τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Παντοκράτορ καὶ Παντοδύναμε αἰώνιε Θεέ, ὁ ἐλευθερώσας τὸ πλάσμα τῶν χειρῶν Σου ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῶν ὑπουργούντων αὐτοῦ· πέμψον ἐπ’ αὐτὸν τὸ ἑπταπλούσιόν Σου Πνεῦμα τὸ ἅγιον ἐκ τῶν οὐρανῶν· Πνεῦμα σοφίας καὶ συνέσεως· Πνεῦμα βουλῆς καὶ ἰσχῦος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας· Πνεῦμα φόβου Σου καὶ σημείωσον τῷ Σταυρῷ τοῦ Χριστοῦ Σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Διὰ τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διὰ τῆς κολώνας ἐν ᾗ ἐδέθη ὁ Χριστὸς διὰ τοῦ ἀκανθίνου στεφάνου· διὰ τῆς χλαμύδος τῆς κοκκίνης· διὰ τιμίου Σταυροῦ καὶ τῶν ἥλων οἷς προσηλώθη ἐν αὐτῷ καὶ διὰ τοῦ σπόγγου, δι’ οὐ ἐποτίσθη ὄξος καὶ χολὴν καὶ διὰ τῆς λόγχης τῆς ἀνοιξάσης τὴν πλευρὰν Αὐτοῦ· καὶ διὰ τὴν ὕβριν καὶ ἐμπαιγμὸν καὶ ὀνειδισμὸν δι’ ὧν ἐνεπαίχθη· καὶ διὰ τῶν ἑπτὰ φωνῶν ὧν εἶπεν τῷ Σταυρῷ ἐπάνω, καὶ διὰ τῆς μετανοίας τοῦ ληστοῦ τοῦ συσταυρωθέντος Αὐτῷ· καὶ διὰ τοῦ τάφου καὶ τῆς ἀναστάσεως καὶ ἐμφανίσεως καὶ τῆς ἀναλήψεως εἰς τοὺς οὐρανούς, καὶ τῆς ἐλεύσεως τοῦ ἁγίου Πνεύματος εἰς τοὺς ἁγίους Αὐτοῦ Μαθητὰς καὶ Ἀποστόλους· καὶ διὰ τοῦ ἁγίου Βαπτίσματος δι’ οὐ ἐσώθημεν καὶ σωζόμεθα· διὰ τοῦ ἁγίου χρίσματος καὶ διὰ τοῦ ἁγίου Ἐλαίου· διὰ τῶν ἁγίων Μυστηρίων τῆς ἱερουργίας· διὰ τῆς Ἐξομολογήσεως δι’ ἧς ἐλευθερώθημεν ἐκ τῆς δυνάμεως τοῦ διαβόλου· καὶ διὰ τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ τιμίου· καὶ διὰ πάντων τῶν ἁγίων Μυστηρίων τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας καὶ διὰ τῶν φρικτῶν ἐξορκισμῶν τῶν ἀπ’ ἀρχῆς, ἕως νῦν εὑρεθέντων καὶ εὑρεθησομένων καὶ διὰ πάντων τῶν λογίων τῆς ἁγίας Γραφῆς, καὶ τῶν καθ’ ἠμῶν τῶν δυναμένων ἐκβαλεῖν ὑμᾶς ἐκ παντὸς σώματος ἀνθρώπου, διὰ πάντων τούτων: Καταράσσομαι, ἐκβάλλω καὶ ἐκδιώκω ὑμᾶς πονηρὰ καὶ ἀκάθαρτα πνεύματα καὶ πᾶσαν τὴν συνεργόν σας δύναμιν τοῦ διαβόλου, τοῦ διδασκάλου ὑμῶν τοῦ σατανᾶ τοῦ μεγάλου ἄρχοντος· ἐστὲ κατηραμένοι καὶ τυραννούμενοι ἐν παντὶ τόπῳ· ἐν ἀέρι, ἐν ὕδατι, ἐν γῆ, ἐν πάσῃ μαγείᾳ ἢ ἀστρομαντείᾳ· νὰ ἔχετε πάντοτε βασάνους ἀνυπομονήτους καὶ ἀβαστάκτους ὑπομένοντες· ἐὰν μὴ ὑποχωρήσητε ἀπὸ τοῦ πλάσματος τούτου τοῦ δούλου Θεοῦ (Δεῖνα). Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ἐξορκίζω σε πνεῦμα ἀκάθαρτον, Σατάν, Βεελζεβούλ, ἐχθρὲ τῆς πίστεως ἠμῶν καί του γένους τοῦ ἀνθρωπίνου, ὁ τὸν θάνατον ἀγαγών, ὁ τῆς ζωῆς ἅρπαξ, ὁ τὴν δικαιοσύνην μισῶν, ἡ ρίζα τῶν κακῶν, ὁ ἐφευρέτης διάβολος πάσης ἀκαθαρσίας, ὁ τοὺς ἀνθρώπους ἐκ τοῦ φόβου τοῦ Θεοῦ ἐκβαλῶν, ὁ τῆς φιλαργυρίας ἀρχηγός, αἰτία παντὸς φθόνου καὶ ἀσυμφωνίας, ὁ τοὺς δαίμονας ἐγείρων, ὁ τῶν κακῶν διδάσκαλος. Ἐξορκίζω σε πᾶσαν μαγείαν, φάντασμα, λεγεὼν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ: Φιμώθητι, φύγε· ἔξελθε ἀπὸ τοῦ πλάσματος τοῦ Θεοῦ (Δεῖνα).
Αὐτὸς σὲ ἐπιτιμᾷ καὶ ἐπιτάσσει, ἐξόριστον σὲ ποιήσας ἐκ τοῦ οὐρανοῦ καὶ ἐν τοῖς κατωτάτοις τῆς γῆς, σὲ κατασφαλισάμενος. Φοβήθητι, Σατάν, φύγε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. Φύγε ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Δὸς τόπον τῷ ἁγίῳ Πνεύματι διὰ τούτου τοῦ σημείου τοῦ σταυρικοῦ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ συμβασιλεύοντος καὶ δεδοξασμένου τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀμήν.
ταύρωσον ἐν τῷ στῆθι λέγων:
Ὦ τίμιε καὶ πανάγιε Σταυρέ, ὁ φύλαξ, πάσης τῆς οἰκουμένης, ἡ ὡραιότης τῶν ἐκκλησιῶν, φύλαξον τὰ  ἔνδοθὲν καὶ τὰ ἔξωθεν τοῦ δούλου σου (Δεῖνα),
Ὡραίωσον τοῦτον, τὸ πλάσμα τοῦ Θεοῦ, ὡς ἐν ἀρχῇ ὡραιώθη παρὰ τοῦ Θεοῦ, ποιηθὲν καὶ πλασθὲν ἐν εἰκόνι Αὐτοῦ, ὦ βασιλέων κραταίωμα, βασίλευσον ἐν αὐτῷ, ὦ πιστῶν στήριγμα στερέωσον τὴν καρδίαν αὐτοῦ ἐν τοῖς θείοις προστάγμασιν, στερέωσον τὴν ψυχὴν αὐτοῦ ἐν φόβῳ Θεοῦ.
Δός, Κύριε, τὴν Χάριν Σου ἐν τῇ προσευχῇ ἠμῶν ἵνα ὁ φοβερὸς φοβηθῇ καὶ φύγῃ, καὶ ὁ φοβίζων ἡμᾶς φοβούμενος φανῇ.
οῦ Κυρίου δεηθῶμεν
Ὁρκίζω σὲ τοίνυν, τὸν ὑπερήφανον δράκοντα καὶ πονηρὸν διάβολον ἐξελθεῖν ἀπὸ τὸν δοῦλον τοῦ Θεοῦ τὸν (Δεῖνα), ἐν ὀνόματι τοῦ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Πατρός, τοῦ δώσαντος ἠμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἡμῶν, ἔξελθε τοίνυν, ἔξελθε καὶ φύγε.
Κατ’ ἐκείνου γάρ, σὲ ὁρκίζω, δν πάντα φρίττει καὶ τρέμει, ὁ τὰ πάντα ὑποτάσσονται, ὃν τὰ ἐπουράνια τάγματα ἀκαταπαύστοις ὕμνοις δοξάζει. Αὐτὸς ἐπιτάσσει σοι καὶ ἐπιτιμᾷ, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ σὰρξ γενόμενος διὰ τὴν ἀνυπέρβλητον αὐτοῦ φιλανθρωπίαν.
Ὁ ἐκ τῆς Ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας γεννηθεὶς καὶ σαρκωθείς, καὶ φανεῖς ὡς ἄνθρωπος δι’ ἡμᾶς, ὁ τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ Ναζωραῖος, ὁ ἐπιτιμήσας σὲ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν, εἰς ἥν, οὐκ ἐτόλμησας τῇ σῇ δυνάμει, εἰσελθεῖν, ἄνευ τοῦ Αὐτοῦ θελήματος.
Ἔξελθε, τοίνυν, ὁρκιζόμενος, ἄνευ προφάσεως ἐν τῷ ἁγίῳ αὐτοῦ ὀνόματι· σκληρὸν σοὶ πρὸς κέντρα λακτίζειν, διάβολε, ὅσον γὰρ βραδύνεις τοσούτον βάσανος σὲ περιμένει περισσότερον, ὁ τάρταρος καὶ ἡ αἰώνιος κόλασις· καὶ γὰρ οὐκ ἐμὲ καταφρονεῖς μὴ ἐξερχόμενος, ἀλλὰ τὸν ποιήσαντά σε Κύριον τὸν Θεὸν ἠμῶν, τὸν ἐξουσίαν ἔχοντα ζώντων καὶ νεκρῶν, τὸν καταργήσαντα σε διὰ τοῦ θεράποντος αὐτοῦ Ἰώβ, καὶ τοὺς πόνους αὐτοῦ τὰς κακίας καὶ πληγὰς ἀπράκτους δείξαντα.
Ὑποτάχθητι, τοίνυν τῷ ὑποτάξαντί σε διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν, Σαμουήλ, Δαβὶδ καὶ Δανιήλ· ὑποτάχθητι Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὃν ἰδὼν μετὰ φόβου καὶ τρόμου πολλοῦ ἔλεγες: <Τί ἐμοὶ καὶ σοί, Υἱὲ τοῦ Θεοῦ, ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς>· ὃς καταδικάσει σε εἰς τὴν αἰώνιον κόλασιν, τὸ πῦρ τὸ αἰώνιον ἐκδέχεταί σε, σὺν τοῖς ὑπουργοῖς αὐτοῦ· ἔξελθε τοίνυν, κατηραμένε, ἐκ τοῦ ἀνθρώπου τούτου ἔξελθε.
Τὸν γὰρ ἄνθρωπον ἐποίησεν ὁ Κύριος, ναὸν ἄξιον καὶ κατοικίαν ἑαυτοῦ, ἀλλὰ τί βραδύνεις, διάβολε, καὶ οὐ δίδεις δόξαν τῷ παντοδυνάμῳ Θεῷ, ᾧ, πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
Δὸς τόπον, κατηραμένε διάβολε, ἵνα ἐλθὼν ὁ Χριστὸς μετὰ τοῦ Πατρὸς Αὐτοῦ καὶ πνεύματος τοῦ Ἁγίου καὶ μονὴν παρ’ αὐτῷ ποιήσει, διὰ τὸ ὁποῖον τὸ αἷμα Αὐτοῦ τὸ Πανάγιον ἐξέχεεν ἐπὶ τοῦ Σταυροῦ.
Ἔξελθε, λοιπόν, ἔξελθε, ἡ ἔρημος σὲ ἀναμένει, ταπείνωσον σὲ αὐτόν, διάβολε, ὄφι δόλιε, μὴ ἐπαίρων πτέρνα κατὰ τοῦ Κυρίου σου· ἰδοὺ ὁ Κύριος ἐγγὺς ἤξει γὰρ καὶ οὐ χρονιεῖ, κρῖναι πᾶσαν τὴν γῆν καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς σέ, εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος καὶ τὸ πῦρ οὐ σβέννυται.
Αὐτὸς σὲ διώκει, ὃν πάντα φρίσσει καὶ τρέμει, διὰ τοῦτο κἀγὼ σὲ ἐξορκίζω καὶ ἐπιτιμῶ, ἵνα κατέλθῃς εἰς τὸν δάκτυλον τοῦ ἀριστεροῦ ποδὸς τούτου τοῦ ἀνθρώπου (τοῦ Δεῖνος), εἰ ἀληθῶς ἐν αὐτῷ ᾤκησας, ὁμοίως καὶ πάσας σου τὰς δυνάμεις, αὐτόθι καταβιβάσεις, μὴ δυνάμενος ἀναβῆναι εἰς ἄλλο μέρος τοῦ σώματος αὐτοῦ ἢ μέλος χωρὶς τοῦ ἐμοῦ θελήματος.
Εἶδε μὴ οὕτως ποιήσεις, ἄλλα θέλεις μοῦ παρακούσῃς τὴν ἐπιτίμησιν ταύτην, δὲν ἔχεις νὰ κάμῃς εἰς ἐμένα τὸν ταπεινὸν καὶ ἐλάχιστον (Δεῖνα) ἱερέα, ἀλλὰ πρὸς τὸν Θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, τοῦ παραδοῦναι σὲ ὁμοῦ καὶ τοὺς συνεργοῦντας σοι ταῖς, αἰωνίαις κολάσεσιν, ταῖς μήτε τελειουμέναις μήτε ὀλιγουμέναις, ἀλλὰ μᾶλλον πληθυνομέναις.
Ὁρκίζω σε, καθὼς σοι προεῖπον, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Θεοῦ, τοῦ ἐπὶ τῆς πέτρας γραφέντος καὶ μὴ βαστασάσης ἀλλὰ διαρραγείσης, ἵνα καταβῇς, κάτω εἰς τὸν δάκτυλον τοῦ ἀριστεροῦ ποδὸς τοῦ ἀνθρώπου τούτου.
Ὁρκίζω σε ἐν βάρει ἀφορισμοῦ ἀλύτου καὶ τῆς διαμενούσης κολάσεως, ἐπιτιμῶ κι ἐξορκίζω σε, ὡς ἔχων ἐξουσίαν παρὰ τοῦ Σωτῆρος Θεοῦ.
ἀναθεματίζω καὶ σὲ τὸν Ἑωσφόρον, καὶ πάντας τοὺς ζοφώδεις ἀγγέλους καὶ καταχθονίους γενομένους διὰ τὴν ἔπαρσιν.
Προστάσσω καὶ ἐπιτιμῶ σε καὶ ἐξορκίζω σε, καὶ πάντας τοὺς πονηροὺς διαβόλους, ὑποταγῆναι ἠμῖν καὶ ἐξελθεῖν ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (Δεῖνος). Καὶ μηκέτι εἰσέλθῃς πειρᾶσαι αὐτὸν ἀλλὰ φεῦξον μακρὰν ἐξ αὐτοῦ καὶ παντὸς τοῦ οἴκου καὶ περιχώρων αὐτοῦ καὶ ἐκ παντὸς γένους χριστιανῶν ὀρθοδόξων. Ἀμήν.
Σὺ δὲ Κύριε, ὁ Θεὸς ἠμῶν, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ Υἱὸς ὁ συνάναρχος καὶ τὸ Πανάγιον καὶ ὁμοούσιον Πνεῦμα, κόλασον αὐτὰ τὰ πονηρὰ πνεύματα φρικτῶς καὶ πέμψον εἰς τὴν γέενναν τοῦ πυρὸς χωρὶς ἀφέσεως, μηδέποτε ἐλευθερώσας συγχωρήσῃς αὐτούς, ἵνα μὴ ἐπηρεάζωσι τοὺς δούλους Σου, τοὺς χριστιανούς.
Ὅπως δοξάζηται δι’ αὐτῶν πάντοτε, τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Βασιλεῦ Οὐράνιε Παράκλητε τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ὁ ποιητὴς τῶν ἄνω καὶ καὶ τῶν κάτω καὶ πάντων τῶν ὄντων ἐμφανῶν καὶ ἀφανῶν ὁ δοὺς ἐξουσίαν καὶ δύναμιν τοῖς Σοῖς μαθηταῖς καὶ Ἀποστόλοις, θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπειγομένην τοῖς ἀνθρώποις, ἐπάκουσον καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐν τῷ ὥρα ταύτῃ καὶ δίωξον καὶ ἐξάλειψον ἐκ τοῦ δούλου Σου (δεῖνος) πᾶν πονηρὸν καὶ ἀκάθαρτον καὶ πᾶσαν πονηρὰν ἀσθένειαν καὶ ἐπιβουλήν τοῦ ἀντικειμένου δι’ εὐχῶν καὶ δεήσεων τῶν ἁγίων Σου ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων Πέτρου καὶ Παύλου, Μάρκου καὶ Λουκᾶ, Φιλίππου καὶ Ματθαίου, Ἰωάννου καὶ Θῶμα, Ἀνδρέου καὶ Ἰακώβου καὶ πάντων τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἑβδομήκοντα τῶν καταβαλόντων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τουτέστι τὸν διάβολον, ὅπως δραπετεύσῃ καὶ ἐκκρυβῇ εἰς τόπον ἡτοιμασμένον αὐτῷ καὶ πᾶσι τῆς μετ’ αὐτοῦ καὶ οὐδὲν τῆς ἀδικίας αὐτοῦ ἀδικήσει τὸν δοῦλον Σου τοῦτον.
Ἐπακούσατε οὖν, Ἅγιοι Ἀπόστολοι, ἐμοῦ τοῦ δεομένου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ περιφυλάξατε τὸν δοῦλον ὑμῶν (τάδε) ἀπὸ πάσης ἐπηρείας δαιμονικῆς, διὰ τοῦ ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
Εἶτα τὸ Ἀπολυτίκιον τὸν Ἀγ. Κυπριανοῦ. Ἦχος Δ'.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτον τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, ἱερομάρτυς. Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἠμῶν.  
Καὶ τὸ Κοντάκιον. Ἦχος Α'. Χορὸς ἀγγελικός.
Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας θέοφρον, πρὸς γῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ, ἀκέστωρ σοφώτατος, τὰς ἰάσεις δωρούμενος, τοῖς τιμῶσι σε, Κυπριανὲ σὺν Ἰουστίνῃ μεθ’ ἧς πρέσβευε τῷ φιλανθρώπῳ Δεσπότῃ σωθῆναι τοὺς δούλους σου.
Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν.
Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.